Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.203 Joseph. AJ 5.208 (English) >>Joseph. AJ 5.213

5.206τοὺς δʼ Ἰσραηλίτας ἧττόν τε ἔβλαπτε κατόπιν γινόμενος χειμὼν καὶ πρὸς τὴν ἔννοιαν τῆς βοηθείας τοῦ θεοῦ θάρσος ἐλάμβανον, ὥστε εἰς μέσους ὠσάμενοι τοὺς πολεμίους πολλοὺς αὐτῶν ἀπέκτειναν. καὶ οἱ μὲν ὑπὸ τῶν Ἰσραηλιτῶν, οἱ δʼ ὑπὸ τῆς οἰκείας ἵππου ταραχθέντες ἔπεσον, ὡς ὑπὸ τῶν ἁρμάτων πολλοὺς αὐτῶν ἀποθανεῖν. 5.207Σισάρης δὲ καταπηδήσας τοῦ ἅρματος ὡς εἶδε τὴν τροπὴν γινομένην, φυγὼν ἀφικνεῖται παρά τινα τῶν Κενελίδων γυναῖκα Ἰάλην ὄνομα, κρύψαι τε ἀξιώσαντα δέχεται καὶ ποτὸν αἰτήσαντι δίδωσι γάλα διεφθορὸς ἤδη. 5.208 δὲ πιὼν τοῦ μέτρου δαψιλέστερον εἰς ὕπνον τρέπεται. δὲ Ἰάλη κοιμωμένου σιδήρεον ἧλον ἐλάσασα σφύρῃ κατὰ τοῦ στόματος καὶ τοῦ χελυνίου διέπειρε τὸ ἔδαφος καὶ τοῖς περὶ τὸν Βάρακον μικρὸν ὕστερον ἐλθοῦσιν ἐπεδείκνυε τῇ γῇ προσηλωμένον. 5.209καὶ οὕτως μὲν νίκη αὕτη περιέστη κατὰ τὰ ὑπὸ Δαβώρας εἰρημένα εἰς γυναῖκα. Βάρακος δὲ στρατεύσας ἐπʼ Ἄσωρον Ἰοαβινόν τε ὑπαντιάσαντα κτείνει καὶ τοῦ στρατηγοῦ πεσόντος καθελὼν εἰς ἔδαφος τὴν πόλιν στρατηγεῖ τῶν Ἰσραηλιτῶν ἐπʼ ἔτη τεσσαράκοντα. 5.210

Τελευτήσαντος δὲ Βαράκου καὶ Δαβώρας κατὰ τὸν αὐτὸν καιρὸν μετὰ ταῦτα Μαδιηνῖται παρακαλέσαντες Ἀμαληκίτας τε καὶ Ἄραβας στρατεύουσιν ἐπὶ τοὺς Ἰσραηλίτας καὶ μάχῃ τε νικῶσι τοὺς συμβαλόντας καὶ τὸν καρπὸν δῃώσαντες τὴν λείαν ἐπήγοντο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.203 Joseph. AJ 5.208 (English) >>Joseph. AJ 5.213

Powered by PhiloLogic